Κυριακή 20 Οκτωβρίου 2013

Διὰ τί πάσαι αἱ Οὐράνιαι οὐσίαι κατὰ κοινού Δύναμεις Οὐράνιαι καλούνται

Διὰ τί πάσαι αἱ Οὐράνιαι οὐσίαι κατὰ κοινού Δύναμεις Οὐράνιαι καλούνται 
     


ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄
Διὰ τί πᾶσαι αἱ οὐράνιαι οὐσίαι κατὰ κοινοῦ δύναμεις οὐράνιαι καλοῦνται


1. Τούτων δὲ διωρισμένων ἐκεῖνο ἄξιον ἐννοῆσαι, δι' ἣν αἰτίαν ἁπάσας ὁμοῦ τὰς ἀγγελικὰς οὐσίας δυνάμεις οὐρανίας καλεῖν εἰώθαμεν. Οὐ γὰρ ἔστιν εἰπεῖν ὡς ἐπὶ τῶν ἀγγέλων, ὅτι πασῶν ἐστιν ἐσχάτη διακόσμησις ἡ τῶν ἁγίων δυνάμεων καὶ τῆς μὲν τῶν ἐσχάτων ἁγιοπρεποῦς ἐλλάμψεως αἱ τῶν ὑπερκειμένων οὐσιῶν διακοσμήσεις μετέχουσιν, αἱ τελευταῖαι δὲ τῶν πρώτων οὐδαμῶς, καὶ τούτου χάριν οὐράνιαι μὲν δυνάμεις ἅπαντες οἱ θεῖοι νόες ὀνομάζονται, σεραφὶμ δὲ καὶ θρόνοι καὶ κυριότητες οὐδαμῶς. Ἀμέθεκτοι γὰρ αἱ τελευταῖαι τῶν ὑπερτάτων εἰσὶν ὁλικῶν ἰδιοτήτων. Οἱ γὰρ ἄγγελοι καὶ πρὸ τῶν ἀγγέλων ἀρχάγγελοι καὶ ἀρχαὶ καὶ ἐξουσίαι μετὰ τὰς δυνάμεις ὑπὸ τῆς θεολογίας ταττόμενοι κατὰ κοινοῦ πολλάκις ὑφ' ἡμῶν ὁμοῦ ταῖς ἄλλαις ἁγίαις οὐσίαις οὐράνιαι δυνάμεις ἀποκαλοῦνται.

2. Φαμὲν δὲ ὅτι κοινῶς ἐπὶ πάσαις κεχρημένοι τῇ τῶν οὐρανίων ἐπωνυμίᾳ δυνάμεων οὐ σύγχυσίν τινα τῶν ἑκάστης διακοσμήσεως ἰδιοτήτων εἰσάγομεν, ἀλλ' ἐπειδὴ εἰς τρία διῄρηνται τῷ κατ' αὐτοὺς ὑπερκοσμίῳ λόγῳ πάντες οἱ θεῖοι νόες, εἰς οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν, ὅταν ἅπαντας ἤ τινας αὐτῶν ἀπαρατηρήτως οὐρανίας οὐσίας ἢ οὐρανίας δυνάμεις ἀποκαλοῦμεν, αὐτοὺς περιφραστικῶς τοὺς περὶ ὧν ὁ λόγος ἐμφαίνειν ἡμᾶς οἰητέον ἐκ τῆς καθ' ἕκαστον αὐτῶν οὐσίας ἢ δυνάμεως οὐδὲ γὰρ τὴν ὑπερκειμένην ἰδιότητα τῶν ἤδη καλῶς ἡμῖν διακεκριμένων ἁγίων δυνάμεων καὶ ταῖς ὑφειμέναις ὁλικῶς προσάπτειν οὐσίαις ἐπ' ἀνατροπῇ τῆς ἀσυγχύτου τῶν ἀγγελικῶν διακόσμων ταξιαρχίας. Κατὰ γὰρ τὸν πολλάκις ἡμῖν ὀρθῶς ἀποἃοθέντα λόγον αἱ μὲν ὑπερβεβηκυῖαι διακοσμήσεις περισσῶς ἔχουσι καὶ τὰς τῶν ὑφειμένων ἱερὰς ἰδιότητας, αἱ δὲ τελευταἰαι τὰς τῶν πρεσβυτέρων ὑπερκειμένας ὁλότητας οὐκ ἔχουσι, μερικῶς εἰς αὐτὰς τῶν πρωτοφανῶν ἐλλάμψεων διὰ τῶν πρώτων ἀναλόγως αὐταῖς διαπορθμευομένων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου